Ancient Greek
2.1 to 2.21
NOVUM TESTAMENTUM, Epistula Pauli ad Timotheum II 2.1-21
Not analysed yet
Σὺ οὖν ,τέκνον μου ,ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ ,καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων ,ταῦτα παράθου πιστοῖς ἀνθρώποις ,οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι . συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ . οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ,ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ · ἐὰν δὲ καὶ ἀθλῇ τις ,οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ · τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν . νόει ὃ λέγω · δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν . Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ,ἐκ σπέρματος Δαυίδ ,κατὰ τὸ εὐαγγέλιόν μου · ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος . ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται · διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ,ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου . πιστὸς ὁ λόγος · εἰ γὰρ συναπεθάνομεν ,καὶ συζήσομεν · εἰ ὑπομένομεν ,καὶ συμβασιλεύσομεν · εἰ ἀρνησόμεθα ,κἀκεῖνος ἀρνήσεται ἡμᾶς · εἰ ἀπιστοῦμεν ,ἐκεῖνος πιστὸς μένει · ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται . Ταῦτα ὑπομίμνῃσκε ,διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίου ,μὴ λογομαχεῖν ,ἐπ’ οὐδὲν χρήσιμον ,ἐπὶ καταστροφῇ τῶν ἀκουόντων . σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ ,ἐργάτην ἀνεπαίσχυντον ,ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας . τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο · ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας ,καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει · ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος ,οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν ,λέγοντες ἀνάστασιν ἤδη γεγονέναι ,καὶ ἀνατρέπουσιν τήν τινων πίστιν . ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ,ἔχων τὴν σφραγῖδα ταύτην · Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ ,καί · Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου . Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα ,καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν · ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων ,ἔσται σκεῦος εἰς τιμήν ,ἡγιασμένον ,εὔχρηστον τῷ δεσπότῃ ,εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον .