Ancient Greek
2.22 to 2.26
NOVUM TESTAMENTUM, Epistula Pauli ad Timotheum II 2.22-26
Not analysed yet
τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε ,δίωκε δὲ δικαιοσύνην ,πίστιν ,ἀγάπην ,εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας . τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ ,εἰδὼς ὅτι γεννῶσι μάχας · δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ,ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας ,διδακτικόν ,ἀνεξίκακον ,ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους ,μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας ,καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος ,ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα .