Ancient Greek · ~8 min
1.19 to 1.35
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 1.19-35
Not analysed yet
καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ · Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ ,καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα · καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα ,ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου ,οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν . Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν ,καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν . ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς ,καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ · καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς ,καὶ διέμενεν κωφός . καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ,ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ . Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ · καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε ,λέγουσα ὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις . Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ ,καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ . καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν · Χαῖρε ,κεχαριτωμένη ,ὁ κύριος μετὰ σοῦ . ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος . καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ · Μὴ φοβοῦ ,Μαριάμ ,εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ · καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν ,καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν . οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται ,καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ ,καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας ,καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος . εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον · Πῶς ἔσται τοῦτο ,ἐπεὶ ἄνδρα οὐ γινώσκω ; καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ · Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ ,καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι · διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται ,υἱὸς θεοῦ ·