Ancient Greek · ~8 min
1.36 to 1.57
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 1.36-57
Not analysed yet
καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς ,καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ · ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα . εἶπεν δὲ Μαριάμ · Ἰδοὺ ἡ δούλη κυρίου · γένοιτό μοι κατὰ τὸ ῥῆμά σου . καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος . Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα ,καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ . καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ ,ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς ,καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ ,καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξίν ,καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου . καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ . ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ,ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου . καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου . Καὶ εἶπεν Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον ,καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου · ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ,ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί · ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός ,καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ ,καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν . Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ ,διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν · καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς ,πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς . ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ ,μνησθῆναι ἐλέους ,καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν ,τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα . Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς ,καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς . Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν ,καὶ ἐγέννησεν υἱόν .