Ancient Greek · ~9 min
10.1 to 10.17
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 10.1-17
Not analysed yet
Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος καὶ ἑτέρους ἑβδομήκοντα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι . ἔλεγεν δὲ πρὸς αὐτούς · Ὁ μὲν θερισμὸς πολύς ,οἱ δὲ ἐργάται ὀλίγοι · δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ . ὑπάγετε · ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων . μὴ βαστάζετε βαλλάντιον ,μὴ πήραν ,μὴ ὑποδήματα ,καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε . εἰς ἣν δ’ ἂν εἰσέλθητε οἰκίαν πρῶτον λέγετε · Εἰρήνη τῷ οἴκῳ τούτῳ . καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης ,ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν · εἰ δὲ μήγε ,ἐφ’ ὑμᾶς ἀνακάμψει . ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ,ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν ,ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ . μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν . καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς ,ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν ,καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς ,καὶ λέγετε αὐτοῖς · Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ . εἰς ἣν δ’ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς ,ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε · Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν · πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ . λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ . Οὐαί σοι ,Χοραζίν · οὐαί σοι ,Βηθσαϊδά · ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν ,πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν . πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν . καὶ σύ ,Καφαρναούμ ,μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ ; ἕως τοῦ ᾅδου καταβιβασθήσῃ . Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει ,καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ · ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με . Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο μετὰ χαρᾶς λέγοντες · Κύριε ,καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου .