Ancient Greek
9.48 to 9.62
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 9.48-62
Not analysed yet
καὶ εἶπεν αὐτοῖς · Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται ,καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με · ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας . Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν · Ἐπιστάτα ,εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια ,καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν . εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς · Μὴ κωλύετε ,ὃς γὰρ οὐκ ἔστιν καθ’ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν . Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ ,καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ . καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν ,ὡς ἑτοιμάσαι αὐτῷ · καὶ οὐκ ἐδέξαντο αὐτόν ,ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ . ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν · Κύριε ,θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς . στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς . καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην . Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν · Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ . καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς · Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ,ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ . εἶπεν δὲ πρὸς ἕτερον · Ἀκολούθει μοι . ὁ δὲ εἶπεν · Κύριε ,ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου . εἶπεν δὲ αὐτῷ · Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς ,σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ . εἶπεν δὲ καὶ ἕτερος · Ἀκολουθήσω σοι ,κύριε · πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου . εἶπεν δὲ ὁ Ἰησοῦς · Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ .