Ancient Greek · ~9 min
11.1 to 11.17
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 11.1-17
Not analysed yet
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον ,ὡς ἐπαύσατο ,εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν · Κύριε ,δίδαξον ἡμᾶς προσεύχεσθαι ,καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ . εἶπεν δὲ αὐτοῖς · Ὅταν προσεύχησθε ,λέγετε · Πάτερ ,ἁγιασθήτω τὸ ὄνομά σου · ἐλθέτω ἡ βασιλεία σου · τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν · καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν ,καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν · καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν . Καὶ εἶπεν πρὸς αὐτούς · Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ · Φίλε ,χρῆσόν μοι τρεῖς ἄρτους ,ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ · κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ · Μή μοι κόπους πάρεχε · ἤδη ἡ θύρα κέκλεισται ,καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν · οὐ δύναμαι ἀναστὰς δοῦναί σοι . λέγω ὑμῖν ,εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ ,διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει . Κἀγὼ ὑμῖν λέγω ,αἰτεῖτε ,καὶ δοθήσεται ὑμῖν · ζητεῖτε ,καὶ εὑρήσετε · κρούετε ,καὶ ἀνοιγήσεται ὑμῖν · πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει ,καὶ ὁ ζητῶν εὑρίσκει ,καὶ τῷ κρούοντι ἀνοιγήσεται . τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν ,καὶ ἀντὶ ἰχθύος ὄφιν αὐτῷ ἐπιδώσει ; ἢ καὶ αἰτήσει ᾠόν ,ἐπιδώσει αὐτῷ σκορπίον ; εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν ,πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν . Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν · ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός . καὶ ἐθαύμασαν οἱ ὄχλοι · τινὲς δὲ ἐξ αὐτῶν εἶπον · Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια · ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ’ αὐτοῦ . αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς · Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται ,καὶ οἶκος ἐπὶ οἶκον πίπτει .