Ancient Greek
11.18 to 11.32
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 11.18-32
Not analysed yet
εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη ,πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια . εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια ,οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν ; διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται . εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια ,ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ . ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν ,ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ · ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν ,τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ᾗ ἐπεποίθει ,καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν . ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν ,καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει . Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ,διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν ,καὶ μὴ εὑρίσκον λέγει · Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον · καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον . τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά ,καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ ,καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων . Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ · Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας · αὐτὸς δὲ εἶπεν · Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες . Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν · Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν · σημεῖον ζητεῖ ,καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ . καθὼς γὰρ ἐγένετο Ἰωνᾶς τοῖς Νινευίταις σημεῖον ,οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ . βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς · ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος ,καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε . ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν · ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ ,καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε .