Ancient Greek · ~8 min
13.1 to 13.15
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 13.1-15
Not analysed yet
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν . καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς · Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο ,ὅτι ταῦτα πεπόνθασιν ; οὐχί ,λέγω ὑμῖν ,ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε . ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς ,δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ ; οὐχί ,λέγω ὑμῖν ,ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε . Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν . Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ ,καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν . εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν · Ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω · ἔκκοψον αὐτήν · ἱνατί καὶ τὴν γῆν καταργεῖ ; ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ · Κύριε ,ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος ,ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια · κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον —εἰ δὲ μήγε ,ἐκκόψεις αὐτήν . Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν . καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ ,καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές . ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ · Γύναι ,ἀπολέλυσαι τῆς ἀσθενείας σου ,καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας · καὶ παραχρῆμα ἀνωρθώθη ,καὶ ἐδόξαζεν τὸν θεόν . ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος ,ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς ,ἔλεγεν τῷ ὄχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι · ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου . ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν · Ὑποκριταί ,ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει ;