Ancient Greek
13.16 to 13.31
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 13.16-31
Not analysed yet
ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν ,ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη ,οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου ; καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ ,καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ . Ἔλεγεν οὖν · Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ,καὶ τίνι ὁμοιώσω αὐτήν ; ὁμοία ἐστὶν κόκκῳ σινάπεως ,ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ ,καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον ,καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ . Καὶ πάλιν εἶπεν · Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ ; ὁμοία ἐστὶν ζύμῃ ,ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον . Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα . εἶπεν δέ τις αὐτῷ · Κύριε ,εἰ ὀλίγοι οἱ σῳζόμενοι ; ὁ δὲ εἶπεν πρὸς αὐτούς · Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας ,ὅτι πολλοί ,λέγω ὑμῖν ,ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν ,ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν ,καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες · Κύριε ,ἄνοιξον ἡμῖν · καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν · Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ . τότε ἄρξεσθε λέγειν · Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν ,καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας · καὶ ἐρεῖ λέγων ὑμῖν · Οὐκ οἶδα πόθεν ἐστέ · ἀπόστητε ἀπ’ ἐμοῦ ,πάντες ἐργάται ἀδικίας . ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων ,ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ,ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω . καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ . καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι ,καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι . Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ · Ἔξελθε καὶ πορεύου ἐντεῦθεν ,ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι .