Ancient Greek · ~8 min
14.1 to 14.17
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 14.1-17
Not analysed yet
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν . καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ . καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων · Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ ; οἱ δὲ ἡσύχασαν . καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν . καὶ πρὸς αὐτοὺς εἶπεν · Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται ,καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου ; καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα . Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν ,ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο ,λέγων πρὸς αὐτούς · Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους ,μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν ,μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι · Δὸς τούτῳ τόπον ,καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν . ἀλλ’ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον ,ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι · Φίλε ,προσανάβηθι ἀνώτερον · τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι . ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται . Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν · Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον ,μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους ,μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι . ἀλλ’ ὅταν δοχὴν ποιῇς ,κάλει πτωχούς ,ἀναπείρους ,χωλούς ,τυφλούς · καὶ μακάριος ἔσῃ ,ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι ,ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων . Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ · Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ . ὁ δὲ εἶπεν αὐτῷ · Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα ,καὶ ἐκάλεσεν πολλούς ,καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις · Ἔρχεσθε ,ὅτι ἤδη ἕτοιμά ἐστιν .