Ancient Greek · ~3 min
13.32 to 13.35
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 13.32-35
Not analysed yet
καὶ εἶπεν αὐτοῖς · Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ · Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον ,καὶ τῇ τρίτῃ τελειοῦμαι . πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι ,ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ . Ἰερουσαλὴμ Ἰερουσαλήμ ,ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν —ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας ,καὶ οὐκ ἠθελήσατε . ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν . λέγω δὲ ὑμῖν ,οὐ μὴ ἴδητέ με ἕως ἥξει ὅτε εἴπητε · Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου .