Ancient Greek · ~8 min
17.1 to 17.19
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 17.1-19
Not analysed yet
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ · Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν ,πλὴν οὐαὶ δι’ οὗ ἔρχεται · λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα . προσέχετε ἑαυτοῖς . ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ ,καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ · καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων · Μετανοῶ ,ἀφήσεις αὐτῷ . Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ · Πρόσθες ἡμῖν πίστιν . εἶπεν δὲ ὁ κύριος · Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως ,ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ · Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ · καὶ ὑπήκουσεν ἂν ὑμῖν . Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα ,ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ · Εὐθέως παρελθὼν ἀνάπεσε ,ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ · Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω ,καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ ; μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα . οὕτως καὶ ὑμεῖς ,ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν ,λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν ,ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν . Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας . καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν δέκα λεπροὶ ἄνδρες ,οἳ ἔστησαν πόρρωθεν ,καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες · Ἰησοῦ ἐπιστάτα ,ἐλέησον ἡμᾶς . καὶ ἰδὼν εἶπεν αὐτοῖς · Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν . καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν . εἷς δὲ ἐξ αὐτῶν ,ἰδὼν ὅτι ἰάθη ,ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν ,καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ · καὶ αὐτὸς ἦν Σαμαρίτης . ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν · Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν ; οἱ δὲ ἐννέα ποῦ ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος ; καὶ εἶπεν αὐτῷ · Ἀναστὰς πορεύου · ἡ πίστις σου σέσωκέν σε .