Ancient Greek · ~8 min
17.20 to 17.37
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 17.20-37
Not analysed yet
Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν · Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως ,οὐδὲ ἐροῦσιν · Ἰδοὺ ὧδε ἤ · Ἐκεῖ · ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν . Εἶπεν δὲ πρὸς τοὺς μαθητάς · Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε . καὶ ἐροῦσιν ὑμῖν · Ἰδοὺ ἐκεῖ · Ἰδοὺ ὧδε · μὴ ἀπέλθητε μηδὲ διώξητε . ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει ,οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ . πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης . καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε ,οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου · ἤσθιον ,ἔπινον ,ἐγάμουν ,ἐγαμίζοντο ,ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν ,καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας . ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ · ἤσθιον ,ἔπινον ,ἠγόραζον ,ἐπώλουν ,ἐφύτευον ,ᾠκοδόμουν · ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ,ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας . κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται . ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ ,μὴ καταβάτω ἆραι αὐτά ,καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω . μνημονεύετε τῆς γυναικὸς Λώτ . ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν ,ὃς δ’ ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν . λέγω ὑμῖν ,ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ,ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται · ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό ,ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται . καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ · Ποῦ ,κύριε ; ὁ δὲ εἶπεν αὐτοῖς · Ὅπου τὸ σῶμα ,ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται .