Ancient Greek · ~9 min
22.1 to 22.21
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 22.1-21
Not analysed yet
Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα . καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ,ἐφοβοῦντο γὰρ τὸν λαόν . Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην ,ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα · καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν . καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι . καὶ ἐξωμολόγησεν ,καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς . Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων ,ᾗ ἔδει θύεσθαι τὸ πάσχα · καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών · Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν . οἱ δὲ εἶπαν αὐτῷ · Ποῦ θέλεις ἑτοιμάσωμεν . ὁ δὲ εἶπεν αὐτοῖς · Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων · ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται . καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας · Λέγει σοι ὁ διδάσκαλος · Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω ; κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον · ἐκεῖ ἑτοιμάσατε . ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς ,καὶ ἡτοίμασαν τὸ πάσχα . Καὶ ὅτε ἐγένετο ἡ ὥρα ,ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ . καὶ εἶπεν πρὸς αὐτούς · Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν · λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ . καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν · Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς · λέγω γὰρ ὑμῖν ,οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ . καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων · Τοῦτό ἐστιν τὸ σῶμά μου [τὸ ὑπὲρ ὑμῶν διδόμενον · τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν . καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι ,λέγων · Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου ,τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον ]. πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης ·