Ancient Greek · ~8 min
22.22 to 22.38
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 22.22-38
Not analysed yet
ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται ,πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται . καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν . Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς ,τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων . ὁ δὲ εἶπεν αὐτοῖς · Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται . ὑμεῖς δὲ οὐχ οὕτως ,ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος ,καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν · τίς γὰρ μείζων ,ὁ ἀνακείμενος ἢ ὁ διακονῶν ; οὐχὶ ὁ ἀνακείμενος ; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν . Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου · κἀγὼ διατίθεμαι ὑμῖν ,καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν ,ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου ,καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ . Σίμων Σίμων ,ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον · ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου · καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου . ὁ δὲ εἶπεν αὐτῷ · Κύριε ,μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι . ὁ δὲ εἶπεν · Λέγω σοι ,Πέτρε ,οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι . Καὶ εἶπεν αὐτοῖς · Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων ,μή τινος ὑστερήσατε ; οἱ δὲ εἶπαν · Οὐθενός . εἶπεν δὲ αὐτοῖς · Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω ,ὁμοίως καὶ πήραν ,καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν . λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί ,τό · Καὶ μετὰ ἀνόμων ἐλογίσθη · καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει . οἱ δὲ εἶπαν · Κύριε ,ἰδοὺ μάχαιραι ὧδε δύο . ὁ δὲ εἶπεν αὐτοῖς · Ἱκανόν ἐστιν .