Ancient Greek · ~6 min
22.58 to 22.71
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 22.58-71
Not analysed yet
καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη · Καὶ σὺ ἐξ αὐτῶν εἶ · ὁ δὲ Πέτρος ἔφη · Ἄνθρωπε ,οὐκ εἰμί . καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων · Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν ,καὶ γὰρ Γαλιλαῖός ἐστιν · εἶπεν δὲ ὁ Πέτρος · Ἄνθρωπε ,οὐκ οἶδα ὃ λέγεις . καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ . καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ ,καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς . καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς . Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες ,καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες · Προφήτευσον ,τίς ἐστιν ὁ παίσας σε ; καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν . Καὶ ὡς ἐγένετο ἡμέρα ,συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ,ἀρχιερεῖς τε καὶ γραμματεῖς ,καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν ,λέγοντες · Εἰ σὺ εἶ ὁ χριστός ,εἰπὸν ἡμῖν . εἶπεν δὲ αὐτοῖς · Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε · ἐὰν δὲ ἐρωτήσω ,οὐ μὴ ἀποκριθῆτε . ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ . εἶπαν δὲ πάντες · Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη · Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι . οἱ δὲ εἶπαν · Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν ; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ .