Ancient Greek · ~8 min
22.39 to 22.57
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 22.39-57
Not analysed yet
Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν · ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί . γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς · Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν . καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν ,καὶ θεὶς τὰ γόνατα προσηύχετο λέγων · Πάτερ ,εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ · πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω . ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν . καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο · καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν . καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης ,καὶ εἶπεν αὐτοῖς · Τί καθεύδετε ; ἀναστάντες προσεύχεσθε ,ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν . Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος ,καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς ,καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν . Ἰησοῦς δὲ εἶπεν αὐτῷ · Ἰούδα ,φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως ; ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν · Κύριε ,εἰ πατάξομεν ἐν μαχαίρῃ ; καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν . ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν · Ἐᾶτε ἕως τούτου · καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν . εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους · Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων ; καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ · ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους . Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως · ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν . περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν . ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν · Καὶ οὗτος σὺν αὐτῷ ἦν · ὁ δὲ ἠρνήσατο λέγων · Οὐκ οἶδα αὐτόν ,γύναι .