Ancient Greek · ~8 min
4.1 to 4.18
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 4.1-18
Not analysed yet
Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου ,καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου . καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις ,καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν . εἶπεν δὲ αὐτῷ ὁ διάβολος · Εἰ υἱὸς εἶ τοῦ θεοῦ ,εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος . καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς · Γέγραπται ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος . Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου · καὶ εἶπεν αὐτῷ ὁ διάβολος · Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν ,ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν · σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ ,ἔσται σοῦ πᾶσα . καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ · Γέγραπται · Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις . Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ ,καὶ εἶπεν αὐτῷ · Εἰ υἱὸς εἶ τοῦ θεοῦ ,βάλε σεαυτὸν ἐντεῦθεν κάτω · γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ,καὶ ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου . καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται · Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου . καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ . Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν . καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ . καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν ,δοξαζόμενος ὑπὸ πάντων . Καὶ ἦλθεν εἰς Ναζαρά ,οὗ ἦν τεθραμμένος ,καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν ,καὶ ἀνέστη ἀναγνῶναι . καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον · Πνεῦμα κυρίου ἐπ’ ἐμέ ,οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς ,ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν ,ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει ,