Ancient Greek
4.19 to 4.35
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 4.19-35
Not analysed yet
κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν . καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν · καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ . ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν . καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ ,καὶ ἔλεγον · Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος ; καὶ εἶπεν πρὸς αὐτούς · Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην · Ἰατρέ ,θεράπευσον σεαυτόν · ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου . εἶπεν δέ · Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ . ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν ,πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ ,ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ ,ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν ,καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν . καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου ,καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη ,εἰ μὴ Ναιμὰν ὁ Σύρος . καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα ,καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως ,καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν ,ὥστε κατακρημνίσαι αὐτόν · αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο . Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας . καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν · καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ,ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ . καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου ,καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ · Ἔα ,τί ἡμῖν καὶ σοί ,Ἰησοῦ Ναζαρηνέ ; ἦλθες ἀπολέσαι ἡμᾶς ; οἶδά σε τίς εἶ ,ὁ ἅγιος τοῦ θεοῦ . καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων · Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ . καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν .