Ancient Greek
4.36 to 4.44
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 4.36-44
Not analysed yet
καὶ ἐγένετο θάμβος ἐπὶ πάντας ,καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες · Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν ,καὶ ἐξέρχονται ; καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου . Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος . πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ ,καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς . καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ ,καὶ ἀφῆκεν αὐτήν · παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς . Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν · ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς . ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ . καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ,ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι . Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον · καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν ,καὶ ἦλθον ἕως αὐτοῦ ,καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν . ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ ,ὅτι ἐπὶ τοῦτο ἀπεστάλην . καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Ἰουδαίας .