Ancient Greek · ~8 min
6.34 to 6.47
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 6.34-47
Not analysed yet
καὶ ἐὰν δανίσητε παρ’ ὧν ἐλπίζετε λαβεῖν ,ποία ὑμῖν χάρις ἐστίν ; καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα . πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες · καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς ,καὶ ἔσεσθε υἱοὶ Ὑψίστου ,ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς . γίνεσθε οἰκτίρμονες καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν · Καὶ μὴ κρίνετε ,καὶ οὐ μὴ κριθῆτε · καὶ μὴ καταδικάζετε ,καὶ οὐ μὴ καταδικασθῆτε . ἀπολύετε ,καὶ ἀπολυθήσεσθε · δίδοτε ,καὶ δοθήσεται ὑμῖν · μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν · ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν . Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς · Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν ; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται . οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον ,κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ . τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ,τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς ; πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου · Ἀδελφέ ,ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου ,αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων ; ὑποκριτά ,ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ ,καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν . Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν ,οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν . ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται · οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα ,οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγῶσιν . ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν ,καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν · ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ . Τί δέ με καλεῖτε · Κύριε κύριε ,καὶ οὐ ποιεῖτε ἃ λέγω ; πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς ,ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος ·