Ancient Greek · ~2 min
6.48 to 6.49
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 6.48-49
Not analysed yet
ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν · πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ ,καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν . ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου ,ᾗ προσέρηξεν ὁ ποταμός ,καὶ εὐθὺς συνέπεσεν ,καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα .