Ancient Greek · ~9 min
7.17 to 7.33
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 7.17-33
Not analysed yet
καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ . Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων . καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν κύριον λέγων · Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν ; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν · Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων · Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν ; ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν ,καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν . καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς · Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε · τυφλοὶ ἀναβλέπουσιν ,χωλοὶ περιπατοῦσιν ,λεπροὶ καθαρίζονται ,κωφοὶ ἀκούουσιν ,νεκροὶ ἐγείρονται ,πτωχοὶ εὐαγγελίζονται · καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί . Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου · Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι ; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον ; ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον ; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν . ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ; προφήτην ; ναί ,λέγω ὑμῖν ,καὶ περισσότερον προφήτου . οὗτός ἐστιν περὶ οὗ γέγραπται · Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ,ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου . λέγω ὑμῖν ,μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν · ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν . (καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν ,βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου · οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς ,μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ . )Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης ,καὶ τίνι εἰσὶν ὅμοιοι ; ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις ,ἃ λέγει · Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε · ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε · ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον ,καὶ λέγετε · Δαιμόνιον ἔχει ·