Ancient Greek · ~9 min
7.1 to 7.16
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 7.1-16
Not analysed yet
Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ ,εἰσῆλθεν εἰς Καφαρναούμ . Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν ,ὃς ἦν αὐτῷ ἔντιμος . ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ,ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ . οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο ,ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν . ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς . ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ · Κύριε ,μὴ σκύλλου ,οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς · διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν · ἀλλὰ εἰπὲ λόγῳ ,καὶ ἰαθήτω ὁ παῖς μου · καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος ,ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας ,καὶ λέγω τούτῳ · Πορεύθητι ,καὶ πορεύεται ,καὶ ἄλλῳ · Ἔρχου ,καὶ ἔρχεται ,καὶ τῷ δούλῳ μου · Ποίησον τοῦτο ,καὶ ποιεῖ . ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν ,καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν · Λέγω ὑμῖν ,οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον . καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα . Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν ,καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς . ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως ,καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ ,καὶ αὐτὴ ἦν χήρα ,καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ . καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ · Μὴ κλαῖε . καὶ προσελθὼν ἥψατο τῆς σοροῦ ,οἱ δὲ βαστάζοντες ἔστησαν ,καὶ εἶπεν · Νεανίσκε ,σοὶ λέγω ,ἐγέρθητι . καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν ,καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ . ἔλαβεν δὲ φόβος πάντας ,καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν ,καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ .