Ancient Greek
1.1 to 1.18
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 1.1-18
Not analysed yet
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ . Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ · Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ,ὃς κατασκευάσει τὴν ὁδόν σου · φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου ,εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ ,ἐγένετο Ἰωάννης ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν . καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες ,καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν . καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ ,καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον . καὶ ἐκήρυσσεν λέγων · Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου ,οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ · ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι ,αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ . Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου . καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν · καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν · Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός ,ἐν σοὶ εὐδόκησα . Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον . καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ ,καὶ ἦν μετὰ τῶν θηρίων ,καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ . Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ · μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ . Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ ,ἦσαν γὰρ ἁλιεῖς · καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Δεῦτε ὀπίσω μου ,καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων . καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ .