Ancient Greek
1.19 to 1.37
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 1.19-37
Not analysed yet
καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ,καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα ,καὶ εὐθὺς ἐκάλεσεν αὐτούς . καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ . Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ . καὶ εὐθὺς τοῖς σάββασιν ἐδίδασκεν εἰς τὴν συναγωγήν . καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ,ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς . καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν λέγων · Τί ἡμῖν καὶ σοί ,Ἰησοῦ Ναζαρηνέ ; ἦλθες ἀπολέσαι ἡμᾶς ; οἶδά σε τίς εἶ ,ὁ ἅγιος τοῦ θεοῦ . καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων · Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ . καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ . καὶ ἐθαμβήθησαν ἅπαντες ,ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας · Τί ἐστιν τοῦτο ; διδαχὴ καινή · κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει ,καὶ ὑπακούουσιν αὐτῷ . καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας . Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου . ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα ,καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς . καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός · καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός ,καὶ διηκόνει αὐτοῖς . Ὀψίας δὲ γενομένης ,ὅτε ἔδυ ὁ ἥλιος ,ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους · καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν . καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις ,καὶ δαιμόνια πολλὰ ἐξέβαλεν ,καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια ,ὅτι ᾔδεισαν αὐτόν . Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο . καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ’ αὐτοῦ ,καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσίν σε .