Ancient Greek
10.1 to 10.20
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 10.1-20
Not analysed yet
Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου ,καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν ,καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς . Καὶ ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι ,πειράζοντες αὐτόν . ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς · Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς ; οἱ δὲ εἶπαν · Ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην · ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς · ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ ,καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν · ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ · ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω . Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν . καὶ λέγει αὐτοῖς · Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν ,καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται . Καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται · οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς . ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς · Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με ,μὴ κωλύετε αὐτά ,τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ . ἀμὴν λέγω ὑμῖν ,ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον ,οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν . καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά . Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν · Διδάσκαλε ἀγαθέ ,τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω ; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ · Τί με λέγεις ἀγαθόν ; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός . τὰς ἐντολὰς οἶδας · Μὴ φονεύσῃς ,Μὴ μοιχεύσῃς ,Μὴ κλέψῃς ,Μὴ ψευδομαρτυρήσῃς ,Μὴ ἀποστερήσῃς ,Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα . ὁ δὲ ἔφη αὐτῷ · Διδάσκαλε ,ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου .