Ancient Greek
9.35 to 9.50
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 9.35-50
Not analysed yet
καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς · Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος . καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς · Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου ,ἐμὲ δέχεται · καὶ ὃς ἂν ἐμὲ δέχηται ,οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με . Ἔφη αὐτῷ ὁ Ἰωάννης · Διδάσκαλε ,εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια ,καὶ ἐκωλύομεν αὐτόν ,ὅτι οὐκ ἠκολούθει ἡμῖν . ὁ δὲ Ἰησοῦς εἶπεν · Μὴ κωλύετε αὐτόν ,οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με · ὃς γὰρ οὐκ ἔστιν καθ’ ἡμῶν ,ὑπὲρ ἡμῶν ἐστιν . Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι χριστοῦ ἐστε ,ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ . Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ ,καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν . Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου ,ἀπόκοψον αὐτήν · καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν ,εἰς τὸ πῦρ τὸ ἄσβεστον . καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε ,ἀπόκοψον αὐτόν · καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν . καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε ,ἔκβαλε αὐτόν · καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν ,ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται . Πᾶς γὰρ πυρὶ ἁλισθήσεται . καλὸν τὸ ἅλας · ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται ,ἐν τίνι αὐτὸ ἀρτύσετε ; ἔχετε ἐν ἑαυτοῖς ἅλα ,καὶ εἰρηνεύετε ἐν ἀλλήλοις .