Ancient Greek · ~8 min
11.17 to 11.33
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 11.17-33
Not analysed yet
καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς · Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν . καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ,καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν · ἐφοβοῦντο γὰρ αὐτόν ,πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ . Καὶ ὅταν ὀψὲ ἐγένετο ,ἐξεπορεύοντο ἔξω τῆς πόλεως . Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν . καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ · Ῥαββί ,ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται . καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς · Ἔχετε πίστιν θεοῦ · ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ · Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν ,καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται ,ἔσται αὐτῷ . διὰ τοῦτο λέγω ὑμῖν ,πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε ,πιστεύετε ὅτι ἐλάβετε ,καὶ ἔσται ὑμῖν . Καὶ ὅταν στήκετε προσευχόμενοι ,ἀφίετε εἴ τι ἔχετε κατά τινος ,ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν . Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα . καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι καὶ ἔλεγον αὐτῷ · Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς ; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον ,καὶ ἀποκρίθητέ μοι ,καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ · τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων ; ἀποκρίθητέ μοι . καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες · Τί εἴπωμεν ; ἐὰν εἴπωμεν · Ἐξ οὐρανοῦ ,ἐρεῖ · Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ ; ἀλλὰ εἴπωμεν · Ἐξ ἀνθρώπων ; —ἐφοβοῦντο τὸν ὄχλον ,ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν . καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν · Οὐκ οἴδαμεν . καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς · Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ .