Ancient Greek
12.1 to 12.17
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 12.1-17
Not analysed yet
Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν · Ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν ,καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον ,καὶ ἐξέδετο αὐτὸν γεωργοῖς ,καὶ ἀπεδήμησεν . καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον ,ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος · καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν . καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον · κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν . καὶ ἄλλον ἀπέστειλεν · κἀκεῖνον ἀπέκτειναν ,καὶ πολλοὺς ἄλλους ,οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες . ἔτι ἕνα εἶχεν ,υἱὸν ἀγαπητόν · ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου . ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος · δεῦτε ἀποκτείνωμεν αὐτόν ,καὶ ἡμῶν ἔσται ἡ κληρονομία . καὶ λαβόντες ἀπέκτειναν αὐτόν ,καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος . τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος ; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς ,καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις . οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε · Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες ,οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας · παρὰ κυρίου ἐγένετο αὕτη ,καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν ; Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι ,καὶ ἐφοβήθησαν τὸν ὄχλον ,ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν . καὶ ἀφέντες αὐτὸν ἀπῆλθον . Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ . καὶ ἐλθόντες λέγουσιν αὐτῷ · Διδάσκαλε ,οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός ,οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων ,ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις · ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ ; δῶμεν ἢ μὴ δῶμεν ; ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς · Τί με πειράζετε ; φέρετέ μοι δηνάριον ἵνα ἴδω . οἱ δὲ ἤνεγκαν . καὶ λέγει αὐτοῖς · Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή ; οἱ δὲ εἶπαν αὐτῷ · Καίσαρος . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ . καὶ ἐξεθαύμαζον ἐπ’ αὐτῷ .