Ancient Greek
14.1 to 14.17
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 14.1-17
Not analysed yet
Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας . καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν ,ἔλεγον γάρ · Μὴ ἐν τῇ ἑορτῇ ,μήποτε ἔσται θόρυβος τοῦ λαοῦ . Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς · συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς . ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς · Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν ; ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς · καὶ ἐνεβριμῶντο αὐτῇ . ὁ δὲ Ἰησοῦς εἶπεν · Ἄφετε αὐτήν · τί αὐτῇ κόπους παρέχετε ; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί · πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν ,καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι ,ἐμὲ δὲ οὐ πάντοτε ἔχετε · ὃ ἔσχεν ἐποίησεν ,προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν . ἀμὴν δὲ λέγω ὑμῖν ,ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον ,καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς . Καὶ Ἰούδας Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς . οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι . καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ . Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων ,ὅτε τὸ πάσχα ἔθυον ,λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ · Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα ; καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς · Ὑπάγετε εἰς τὴν πόλιν ,καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων · ἀκολουθήσατε αὐτῷ ,καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει · Ποῦ ἐστιν τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω ; καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον · καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν . καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς ,καὶ ἡτοίμασαν τὸ πάσχα . Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα .