Ancient Greek
14.18 to 14.35
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 14.18-35
Not analysed yet
καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν · Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ’ ἐμοῦ . ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς · Μήτι ἐγώ . ὁ δὲ εἶπεν αὐτοῖς · Εἷς τῶν δώδεκα ,ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρύβλιον · ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ ,οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται · καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος . Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν · Λάβετε ,τοῦτό ἐστιν τὸ σῶμά μου . καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς ,καὶ ἔπιον ἐξ αὐτοῦ πάντες . καὶ εἶπεν αὐτοῖς · Τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν . ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ . Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν . Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ,ὅτι γέγραπται · Πατάξω τὸν ποιμένα ,καὶ τὰ πρόβατα διασκορπισθήσονται . ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν . ὁ δὲ Πέτρος ἔφη αὐτῷ · Εἰ καὶ πάντες σκανδαλισθήσονται ,ἀλλ’ οὐκ ἐγώ . καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ . ὁ δὲ ἐκπερισσῶς ἐλάλει · Ἐὰν δέῃ με συναποθανεῖν σοι ,οὐ μή σε ἀπαρνήσομαι . ὡσαύτως δὲ καὶ πάντες ἔλεγον . Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί ,καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ · Καθίσατε ὧδε ἕως προσεύξωμαι . καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μετ’ αὐτοῦ ,καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν ,καὶ λέγει αὐτοῖς · Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου · μείνατε ὧδε καὶ γρηγορεῖτε . καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς ,καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα ,