Ancient Greek · ~8 min
14.55 to 14.71
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 14.55-71
Not analysed yet
οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν ,καὶ οὐχ ηὕρισκον · πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ ,καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν . καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω · καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν . καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων · Οὐκ ἀποκρίνῃ οὐδέν ; τί οὗτοί σου καταμαρτυροῦσιν ; ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν . πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ · Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ ; ὁ δὲ Ἰησοῦς εἶπεν · Ἐγώ εἰμι ,καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ . ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει · Τί ἔτι χρείαν ἔχομεν μαρτύρων ; ἠκούσατε τῆς βλασφημίας · τί ὑμῖν φαίνεται ; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου . καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ · Προφήτευσον ,καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον . Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως ,καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει · Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ · ὁ δὲ ἠρνήσατο λέγων · Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις ,καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν . καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν . ὁ δὲ πάλιν ἠρνεῖτο . καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ · Ἀληθῶς ἐξ αὐτῶν εἶ ,καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει · ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε .