Ancient Greek
14.36 to 14.54
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 14.36-54
Not analysed yet
καὶ ἔλεγεν · Αββα ὁ πατήρ ,πάντα δυνατά σοι · παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ · ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ . καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας ,καὶ λέγει τῷ Πέτρῳ · Σίμων ,καθεύδεις ; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι ; γρηγορεῖτε καὶ προσεύχεσθε ,ἵνα μὴ ἔλθητε εἰς πειρασμόν · τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής . καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών . καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας ,ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι ,καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ . καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς · Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε · ἀπέχει · ἦλθεν ἡ ὥρα ,ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν . ἐγείρεσθε ἄγωμεν · ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν . Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων . δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων · Ὃν ἂν φιλήσω αὐτός ἐστιν · κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς . καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει · Ῥαββί ,καὶ κατεφίλησεν αὐτόν . οἱ δὲ ἐπέβαλαν τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν . εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον . καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με ; καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με · ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί . καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες . Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ ,καὶ κρατοῦσιν αὐτόν ,ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν . Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα ,καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς . καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς .