Ancient Greek
15.1 to 15.22
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 15.1-22
Not analysed yet
Καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ . καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος · Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει · Σὺ λέγεις . καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά . ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων · Οὐκ ἀποκρίνῃ οὐδέν ; ἴδε πόσα σου κατηγοροῦσιν . ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ,ὥστε θαυμάζειν τὸν Πιλᾶτον . Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο . ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν . καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς . ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων · Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων ; ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς . οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς . ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς · Τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων ; οἱ δὲ πάλιν ἔκραξαν · Σταύρωσον αὐτόν . ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς · Τί γὰρ ἐποίησεν κακόν ; οἱ δὲ περισσῶς ἔκραξαν · Σταύρωσον αὐτόν . ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν ,καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ . Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς ,ὅ ἐστιν πραιτώριον ,καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν . καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον · καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν · Χαῖρε ,βασιλεῦ τῶν Ἰουδαίων · καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ ,καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ . καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ,ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια . καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν . Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ,τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου ,ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ . καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον ,ὅ ἐστιν μεθερμηνευόμενον Κρανίου Τόπος .