Ancient Greek
15.23 to 15.42
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 15.23-42
Not analysed yet
καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον ,ὃς δὲ οὐκ ἔλαβεν . καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ ,βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ . Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν . καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη · Ὁ βασιλεὺς τῶν Ἰουδαίων . καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς ,ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ . Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες · Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις ,σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ . ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον · Ἄλλους ἔσωσεν ,ἑαυτὸν οὐ δύναται σῶσαι · ὁ χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ ,ἵνα ἴδωμεν καὶ πιστεύσωμεν . καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν . Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης . καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ · Ἐλωῒ ἐλωῒ λεμὰ σαβαχθάνι ; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου ,εἰς τί ἐγκατέλιπές με ; καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον · Ἴδε Ἠλίαν φωνεῖ . δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν ,λέγων · Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν . ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν . καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω . ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν · Ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν . Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι ,ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη ,αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ ,καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα . Καὶ ἤδη ὀψίας γενομένης ,ἐπεὶ ἦν παρασκευή ,ὅ ἐστιν προσάββατον ,