Ancient Greek · ~8 min
2.1 to 2.16
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 2.1-16
Not analysed yet
Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν · καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν ,καὶ ἐλάλει αὐτοῖς τὸν λόγον . καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων . καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν ,καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο . καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ · Τέκνον ,ἀφίενταί σου αἱ ἁμαρτίαι . ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν · Τί οὗτος οὕτως λαλεῖ ; βλασφημεῖ · τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός ; καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς · Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν ; τί ἐστιν εὐκοπώτερον ,εἰπεῖν τῷ παραλυτικῷ · Ἀφίενταί σου αἱ ἁμαρτίαι ,ἢ εἰπεῖν · Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει ; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας —λέγει τῷ παραλυτικῷ · Σοὶ λέγω ,ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου . καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων ,ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι Οὕτως οὐδέποτε εἴδομεν . Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν · καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν ,καὶ ἐδίδασκεν αὐτούς . καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον ,καὶ λέγει αὐτῷ · Ἀκολούθει μοι . καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ . Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ ,καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ ,ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ . καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ · Ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει .