Ancient Greek
1.38 to 1.45
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 1.38-45
Not analysed yet
καὶ λέγει αὐτοῖς · Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις ,ἵνα καὶ ἐκεῖ κηρύξω ,εἰς τοῦτο γὰρ ἐξῆλθον . καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων . Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι . καὶ ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ · Θέλω ,καθαρίσθητι · καὶ εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα ,καὶ ἐκαθαρίσθη . καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν ,καὶ λέγει αὐτῷ · Ὅρα μηδενὶ μηδὲν εἴπῃς ,ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς . ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον ,ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν ,ἀλλὰ ἔξω ἐπ’ ἐρήμοις τόποις ἦν · καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν .