Ancient Greek · ~7 min
3.20 to 3.35
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 3.20-35
Not analysed yet
Καὶ ἔρχεται εἰς οἶκον · καὶ συνέρχεται πάλιν ὁ ὄχλος ,ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν . καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν ,ἔλεγον γὰρ ὅτι ἐξέστη . καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια . καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς · Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν ; καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ ,οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη · καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ ,οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι · καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ἐμερίσθη ,οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει . ἀλλ’ οὐδεὶς δύναται εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ ,καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει . Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων ,τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν · ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον ,οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα ,ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος . ὅτι ἔλεγον · Πνεῦμα ἀκάθαρτον ἔχει . Καὶ ἔρχονται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν . καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος ,καὶ λέγουσιν αὐτῷ · Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε . καὶ ἀποκριθεὶς αὐτοῖς λέγει · Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου . καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει · Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου · ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ ,οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν .