Ancient Greek
4.37 to 4.41
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 4.37-41
Not analysed yet
καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου ,καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ,ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον . καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων · καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ · Διδάσκαλε ,οὐ μέλει σοι ὅτι ἀπολλύμεθα ; καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ · Σιώπα ,πεφίμωσο . καὶ ἐκόπασεν ὁ ἄνεμος ,καὶ ἐγένετο γαλήνη μεγάλη . καὶ εἶπεν αὐτοῖς · Τί δειλοί ἐστε ; οὔπω ἔχετε πίστιν ; καὶ ἐφοβήθησαν φόβον μέγαν ,καὶ ἔλεγον πρὸς ἀλλήλους · Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ ;