Ancient Greek
8.1 to 8.21
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 8.1-21
Not analysed yet
Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν ,προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς · Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν · καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν ,ἐκλυθήσονται ἐν τῇ ὁδῷ · καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν . καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας ; καὶ ἠρώτα αὐτούς · Πόσους ἔχετε ἄρτους ; οἱ δὲ εἶπαν · Ἑπτά . καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς · καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ . καὶ εἶχον ἰχθύδια ὀλίγα · καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι . καὶ ἔφαγον καὶ ἐχορτάσθησαν ,καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας . ἦσαν δὲ ὡς τετρακισχίλιοι . καὶ ἀπέλυσεν αὐτούς . καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά . Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ ,ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ ,πειράζοντες αὐτόν . καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει · Τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον ; ἀμὴν λέγω ὑμῖν ,εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον . καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν . Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους ,καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ . καὶ διεστέλλετο αὐτοῖς λέγων · Ὁρᾶτε ,βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου . καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν . καὶ γνοὺς λέγει αὐτοῖς · Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε ; οὔπω νοεῖτε οὐδὲ συνίετε ; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν ; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε ; καὶ οὐ μνημονεύετε ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους ,πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε ; λέγουσιν αὐτῷ · Δώδεκα . ὅτε καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους ,πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε ; καὶ λέγουσιν αὐτῷ · Ἑπτά . καὶ ἔλεγεν αὐτοῖς · Οὔπω συνίετε ;