Ancient Greek
8.22 to 8.37
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 8.22-37
Not analysed yet
Καὶ ἔρχονται εἰς Βηθσαϊδάν . καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται . καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης ,καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ ,ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ,ἐπηρώτα αὐτόν · Εἴ τι βλέπεις . καὶ ἀναβλέψας ἔλεγεν · Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας . εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ,καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα . καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων · Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς . Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου · καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς · Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι ; οἱ δὲ εἶπαν αὐτῷ λέγοντες ὅτι Ἰωάννην τὸν βαπτιστήν ,καὶ ἄλλοι Ἠλίαν ,ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν . καὶ αὐτὸς ἐπηρώτα αὐτούς · Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ · Σὺ εἶ ὁ χριστός . καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ . Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι · καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει . καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ . ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει · Ὕπαγε ὀπίσω μου ,Σατανᾶ ,ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων . Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς · Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν ,ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι . ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν · ὃς δ’ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου σώσει αὐτήν . τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ ; τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ ;