Ancient Greek
9.1 to 9.17
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 9.1-17
Not analysed yet
καὶ ἔλεγεν αὐτοῖς · Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει . Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην ,καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους . καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν ,καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι . καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ ,καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ . καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ · Ῥαββί ,καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι ,καὶ ποιήσωμεν τρεῖς σκηνάς ,σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν . οὐ γὰρ ᾔδει τί ἀποκριθῇ ,ἔκφοβοι γὰρ ἐγένοντο . καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς ,καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης · Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ,ἀκούετε αὐτοῦ . καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν . Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται ,εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ . καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι . καὶ ἐπηρώτων αὐτὸν λέγοντες · Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον ; ὁ δὲ ἔφη αὐτοῖς · Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα ,καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ . ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν ,καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον ,καθὼς γέγραπται ἐπ’ αὐτόν . Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς . καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν ,καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν . καὶ ἐπηρώτησεν αὐτούς · Τί συζητεῖτε πρὸς αὑτούς . καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου · Διδάσκαλε ,ἤνεγκα τὸν υἱόν μου πρὸς σέ ,ἔχοντα πνεῦμα ἄλαλον ·