Ancient Greek
9.18 to 9.34
NOVUM TESTAMENTUM, Evangelium secundum Marcum 9.18-34
Not analysed yet
καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν ,καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται · καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν ,καὶ οὐκ ἴσχυσαν . ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει · Ὦ γενεὰ ἄπιστος ,ἕως πότε πρὸς ὑμᾶς ἔσομαι ; ἕως πότε ἀνέξομαι ὑμῶν ; φέρετε αὐτὸν πρός με . καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν . καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν ,καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων . καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ · Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ ; ὁ δὲ εἶπεν · Ἐκ παιδιόθεν · καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν · ἀλλ’ εἴ τι δύνῃ ,βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ · Τὸ Εἰ δύνῃ ,πάντα δυνατὰ τῷ πιστεύοντι . εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν · Πιστεύω · βοήθει μου τῇ ἀπιστίᾳ . ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ · Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα ,ἐγὼ ἐπιτάσσω σοι ,ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν . καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν · καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν . ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν ,καὶ ἀνέστη . καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν · Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό ; καὶ εἶπεν αὐτοῖς · Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ . Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας ,καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ · ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων ,καὶ ἀποκτενοῦσιν αὐτόν ,καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται . οἱ δὲ ἠγνόουν τὸ ῥῆμα ,καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι . Καὶ ἦλθον εἰς Καφαρναούμ . καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς · Τί ἐν τῇ ὁδῷ διελογίζεσθε ; οἱ δὲ ἐσιώπων ,πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων .