Ancient Greek · ~5 min
1.18 to 1.25
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 1.18-25
Not analysed yet
Τοῦ δὲ Ἰησοῦ χριστοῦ ἡ γένεσις οὕτως ἦν . μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ ,πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου . Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς ,δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι ,ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν . ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων · Ἰωσὴφ υἱὸς Δαυίδ ,μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου ,τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου · τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν ,αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν . τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος · Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν ,καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ · ὅ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ θεός . ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ · καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν · καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν .