Ancient Greek
2.1 to 2.15
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 2.1-15
Not analysed yet
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως ,ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες · Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων ; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ . ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ ,καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται . οἱ δὲ εἶπαν αὐτῷ · Ἐν Βηθλέεμ τῆς Ἰουδαίας · οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου · Καὶ σύ ,Βηθλέεμ γῆ Ἰούδα ,οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα · ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος ,ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ . Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος ,καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν · Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου · ἐπὰν δὲ εὕρητε ,ἀπαγγείλατέ μοι ,ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ . οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν ,καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς ,ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον . ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα . καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ ,καὶ πεσόντες προσεκύνησαν αὐτῷ ,καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα ,χρυσὸν καὶ λίβανον καὶ σμύρναν . καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν . Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων · Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον ,καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι · μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό . ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον ,καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου · ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος · Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου .