Ancient Greek · ~8 min
10.1 to 10.18
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 10.1-18
Not analysed yet
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν . τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα · πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ ,Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ ,Φίλιππος καὶ Βαρθολομαῖος ,Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης ,Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Θαδδαῖος ,Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν . Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων · Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε · πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ . πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν . ἀσθενοῦντας θεραπεύετε ,νεκροὺς ἐγείρετε ,λεπροὺς καθαρίζετε ,δαιμόνια ἐκβάλλετε · δωρεὰν ἐλάβετε ,δωρεὰν δότε . μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν ,μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον · ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ . εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε ,ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν · κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε . εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν · καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία ,ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν · ἐὰν δὲ μὴ ᾖ ἀξία ,ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω . καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν ,ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν . ἀμὴν λέγω ὑμῖν ,ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ . Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων · γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί . προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων · παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια ,καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς · καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν .