Ancient Greek · ~8 min
10.19 to 10.34
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 10.19-34
Not analysed yet
ὅταν δὲ παραδῶσιν ὑμᾶς ,μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε · δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε · οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν . παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον ,καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς . καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου · ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται . ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ ,φεύγετε εἰς τὴν ἑτέραν · ἀμὴν γὰρ λέγω ὑμῖν ,οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου . Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ . ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ ,καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ . εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν ,πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ . Μὴ οὖν φοβηθῆτε αὐτούς · οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται ,καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται . ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ ,εἴπατε ἐν τῷ φωτί · καὶ ὃ εἰς τὸ οὖς ἀκούετε ,κηρύξατε ἐπὶ τῶν δωμάτων . καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι · φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ . οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται ; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν . ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν . μὴ οὖν φοβεῖσθε · πολλῶν στρουθίων διαφέρετε ὑμεῖς . Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων ,ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς · ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων ,ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς . Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν · οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν .