Ancient Greek
12.35 to 12.48
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 12.35-48
Not analysed yet
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά ,καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά . λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι ,ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως · ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ ,καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ . Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες · Διδάσκαλε ,θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν . ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς · Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ ,καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου . ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ,οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας . ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν · ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ ,καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε . βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν · ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος ,καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε . Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ,διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν ,καὶ οὐχ εὑρίσκει . τότε λέγει · Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον · καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον . τότε πορεύεται καὶ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ,καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ · καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων . οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ . Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι . εἶπεν δέ τις αὐτῷ · Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ,ζητοῦντές σοι λαλῆσαι . ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ λέγοντι αὐτῷ · Τίς ἐστιν ἡ μήτηρ μου ,καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου ;